«ἀλκαία· καὶ αὕτη εἶδός ἐστιν ἀγρίας μολόχης, ἔχουσα φύλλα ἐπεσχισμένα πρὸς τὰ τῆς ἱερᾶς βοτάνης, καυλοὺς τρεῖς ἢ τέσσαρας, φλοιὸν ἔχοντας καννάβει παραπλήσιον, ἄνθος μικρόν, ἐμφερὲς ῥόδῳ, ῥίζας λευκάς, πλαγίας, πέντε ἢ ἕξ, ὅσον πήχεως, αἵτινες ἐν οἴνῳ ἢ ὕδατι πινόμεναι δυσεντερίαν καὶ ῥήγματα ἰῶνται.» (Διοσκουρίδης)
|